Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.71 Joseph. AJ 7.76 (English) >>Joseph. AJ 7.79

7.74ὑπολάβῃ δὲ μηδεὶς ὀλίγην τὴν τῶν Παλαιστίνων στρατιὰν ἐλθεῖν ἐπὶ τοὺς Ἑβραίους τῷ τάχει τῆς ἥττης καὶ τῷ μηδὲν ἔργον ἐπιδείξασθαι γενναῖον μηδὲ μαρτυρίας ἄξιον στοχαζόμενος αὐτῶν τὴν βραδυτῆτα καὶ τὴν ἀγέννειαν, ἀλλὰ γινωσκέτω Συρίαν τε ἅπασαν καὶ Φοινίκην καὶ πρὸς τούτοις ἄλλα ἔθνη πολλὰ καὶ μάχιμα συστρατεῦσαι αὐτοῖς καὶ τοῦ πολέμου κοινωνῆσαι, 7.75 καὶ μόνον ἦν αἴτιον τοσαυτάκις αὐτοῖς νικωμένοις καὶ πολλὰς ἀποβαλοῦσι μυριάδας μετὰ μείζονος ἐπιέναι τοῖς Ἑβραίοις δυνάμεως. ἀμέλει καὶ ταύταις πταίσαντες ταῖς μάχαις τριπλάσιος στρατὸς ἐπῆλθε τῷ Δαυίδῃ καὶ εἰς ταὐτὸ χωρίον ἐστρατοπεδεύσατο. 7.76πάλιν δὲ τοῦ βασιλέως τῶν Ἰσραηλιτῶν ἐρομένου τὸν θεὸν περὶ τῆς περὶ τὴν μάχην ἐξόδου, προφητεύει ἀρχιερεὺς ἐν τοῖς ἄλσεσι τοῖς καλουμένοις Κλαυθμῶσι κατέχειν τὴν στρατιὰν οὐκ ἄπωθεν τοῦ τῶν πολεμίων στρατοπέδου, κινεῖν δʼ αὐτὸν μὴ πρότερον μηδʼ ἄρχεσθαι τῆς μάχης. 7.77πρὶν τὰ ἄλση σαλεύεσθαι μὴ πνέοντος ἀνέμου. ὡς δʼ ἐσαλεύθη τὰ ἄλση καὶ ὃν αὐτῷ καιρὸν προεῖπεν θεὸς παρῆν, οὐδὲν ἐπισχὼν ἐφʼ ἑτοίμην ἤδη καὶ φανερὰν ἐξῆλθε τὴν νίκην· οὐ γὰρ ὑπέμειναν αὐτὸν αἱ τῶν πολεμίων φάλαγγες, ἀλλʼ εὐθὺς ἀπὸ τῆς πρώτης συμβολῆς τραπέντας ἐνέκειτο κτείνων· καὶ διώκει μὲν αὐτοὺς ἄχρι πόλεως Γαζάρων, δʼ ἐστὶν ὅρος αὐτῶν τῆς χώρας, διαρπάζει δʼ αὐτῶν τὴν παρεμβολὴν καὶ πολὺν εὑρὼν ἐν αὐτῇ πλοῦτον καὶ τοὺς θεοὺς αὐτῶν διέφθειρε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.71 Joseph. AJ 7.76 (English) >>Joseph. AJ 7.79

Powered by PhiloLogic